Add parallel Print Page Options

Εἶπεν δὲ [a]καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· 10 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, [b]ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. 11 ὁ Φαρισαῖος σταθεὶς [c]πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ [d]ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· 12 νηστεύω δὶς τοῦ σαββάτου, [e]ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. 13 [f]ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς [g]ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ’ [h]ἔτυπτε τὸ στῆθος [i]αὐτοῦ λέγων· Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. 14 λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ [j]παρ’ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ [k]ἐπετίμων αὐτοῖς. 16 ὁ δὲ Ἰησοῦς [l]προσεκαλέσατο αὐτὰ λέγων· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 17 ἀμὴν λέγω ὑμῖν, ὃς [m]ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:9 καὶ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:10 NIV RP ] – WH Treg
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:11 πρὸς ἑαυτὸν ταῦτα NIV RP] ταῦτα πρὸς ἑαυτὸν WH Treg
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:11 ὥσπερ WH NIV RP ] ὡς Treg
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:12 ἀποδεκατῶ Treg NIV RP ] ἀποδεκατεύω WH
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 ὁ δὲ WH NIV ] καὶ ὁ Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 ἐπᾶραι εἰς τὸν οὐρανόν WH Treg NIV ] εἰς τὸν οὐρανόν ἐπᾶραι RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 ἔτυπτε WH Treg NIV ] + εἰς RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:13 αὐτοῦ NIV RP ] ἑαυτοῦ WH Treg
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:14 παρ᾽ ἐκεῖνον WH Treg NIV ] ἢ γὰρ ἐκεῖνος RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:15 ἐπετίμων WH Treg NIV ] ἐπετίμησαν RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:16 προσεκαλέσατο αὐτὰ λέγων WH Treg NIV ] προσκαλεσάμενος αὐτὰ εἶπεν RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:17 ἂν WH Treg NIV ] ἐὰν RP